Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 8.13 Joseph. AJ 8.17 (English) >>Joseph. AJ 8.21

8.15Βαναίου δὲ τὴν ἀπόκρισιν αὐτοῦ τῷ βασιλεῖ δηλώσαντος προσέταξεν Σολόμων ἐκεῖ τὴν κεφαλὴν αὐτοῦ ἀποτεμεῖν, καθὼς βούλεται, καὶ ταύτην λαβεῖν τὴν δίκην ὑπὲρ τῶν δύο στρατηγῶν, οὓς Ἰώαβος ἀνοσίως ἀπέκτεινε, θάψαι δʼ αὐτοῦ τὸ σῶμα, ὅπως τὰ μὲν ἁμαρτήματα μηδέποτε καταλείπῃ τὸ γένος τὸ ἐκείνου, τῆς δὲ Ἰωάβου τελευτῆς αὐτός τε καὶ πατὴρ ἀθῷοι τυγχάνωσι. 8.16καὶ Βαναίας μὲν τὰ κελευσθέντα ποιήσας αὐτὸς ἀποδείκνυται στρατηγὸς πάσης τῆς δυνάμεως, Σάδωκον δὲ ποιεῖ μόνον ἀρχιερέα βασιλεὺς εἰς τὸν Ἀβιαθάρου τόπον, ὃν μετεστήσατο. 8.17

Σουμουίσῳ δὲ προσέταξεν οἰκίαν οἰκοδομήσαντι μένειν ἐν Ἱεροσολύμοις αὐτῷ προσεδρεύοντι καὶ μὴ διαβαίνειν τὸν χειμάρρουν Κεδρῶνα ἔχειν ἐξουσίαν, παρακούσαντι δὲ τούτων θάνατον ἔσεσθαι τὸ πρόστιμον. τῷ δὲ μεγέθει τῆς ἀπειλῆς καὶ ὅρκους αὐτῷ προσηνάγκασε ποιήσασθαι. 8.18Σουμούισος δὲ χαίρειν οἷς προσέταξεν αὐτῷ Σολόμων φήσας καὶ ταῦτα ποιήσειν προσομόσας καταλιπὼν τὴν πατρίδα τὴν διατριβὴν ἐν τοῖς Ἱεροσολύμοις ἐποιεῖτο. διελθόντων δὲ τριῶν ἐτῶν ἀκούσας δύο δούλους ἀποδράντας αὐτὸν ἐν Γίττῃ τυγχάνοντας ὥρμησεν ἐπὶ τοὺς οἰκέτας. 8.19ἐπανελθόντος δὲ μετʼ αὐτῶν βασιλεὺς αἰσθόμενος, ὡς καὶ τῶν ἐντολῶν αὐτοῦ καταφρονήσαντος καὶ τὸ μεῖζον τῶν ὅρκων τοῦ θεοῦ μηδεμίαν ποιησαμένου φροντίδα, χαλεπῶς εἶχε καὶ καλέσας αὐτόνοὐ σύ, φησίν, ὤμοσας μὴ καταλείψειν ἐμὲ μηδʼ ἐξελεύσεσθαί ποτʼ ἐκ ταύτης τῆς πόλεως εἰς ἄλλην;



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 8.13 Joseph. AJ 8.17 (English) >>Joseph. AJ 8.21

Powered by PhiloLogic